TLG 1373 001 :: EVANGELIUM PHILIPPI :: Evangelium Philippi EVANGELIUM PHILIPPI Evangel.
Apocryph. Evangelium Philippi Citation: (Line) | ||
EPIPH. HAER. 26 13. Προσφέρουσι δὲ (sc. οἱ Γνωστικοί) εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι φησίν· ἀπεκάλυψέ μοι ὁ κύριος, τί τὴν ψυχὴν δεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανόν, καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνά‐ | ||
5 | μεων ἀποκρίνεσθαι· ὅτι «Ἐπέγνων ἐμαυτὴν (φησὶ) καὶ συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συν‐ έλεξα τὰ μέλη τὰ διεσκορπισμένα καὶ οἶδά σε τίς εἶ. ἐγὼ γὰρ (φησὶ) τῶν ἄνωθέν εἰμι» καὶ οὕτως (φησὶν) ἀπολύεται. | |
---|---|---|
10 | ἐὰν δὲ εὑρεθῇ (φησὶ) γεννήσασα υἱόν, κατέχεται κάτω, ἕως | |
ἂν τὰ ἴδια τέκνα δυνηθῇ ἀναλαβεῖν καὶ ἀνατρέψαι εἰς αὑτήν. | 15 |